Νήφων ὁ Νήφων ἐστιν ἐκ τῶν πραγμάτων·
Νήψει νοὸς γὰρ διέδραμε τὸν βίον.
Νήφων παρῆλθεν, ἀρεταῖς νῦν τοὺς πάντες.
Κἂν τοῖς χρόνοις ἤσκησε νῦν τοῖς ἐσχάτοις.
Τετάρτῃ δεκάτῃ ἀπέπτη Νήφων βιότοιο.
Ο Όσιος Νήφων ήταν γιος Ιερέα και γεννήθηκε στο χωριό Λουκόβη του Αργυροκάστρου. Νεαρός στην ηλικία, εισήλθε στη Μονή του Μεσοποτάμου, όπου εκπαιδεύτηκε και χειροτονήθηκε ιερέας. Έπειτα αναχώρησε στο Άγιον Όρος, όπου στα όρια της Μεγίστης Λαύρας, αφού άλλαξε αρκετά κελιά, κατέληξε στα Βουλευτήρια και εκεί ασκήτευε περί το 1330 μ.Χ. Κατόπιν πήγε και κατοίκησε στη Μεταμόρφωση, αλλά επειδή έρχονταν πολλοί μοναχοί, έφυγε από τον τόπο εκείνο και πήγε σαν υποτακτικός στον Όσιο Μάξιμο τον Καυσοκαλυβίτη. Μετά από μικρό χρονικά διάστημα και με την ευλογία του γέροντα του, εγκαταστάθηκε σε σπηλιά κοντά στα Καυσοκαλύβια, όπου με αυστηρή άσκηση πέρασε το υπόλοιπο της ζωής του. Έζησε συνολικά 96 χρόνια.
Λειτουργικά κείμενα
Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἠπείρου τὸν γόνον καὶ τοῦ Ἄθωνος ὄρπηκα, καὶ τῶν ἱερέων τὴν δόξαν, τὸν θεόληπτον Νήφωνα, τιμήσωμεν ἐν ὕμνοις ἱεροὶς ἀσκήσει γὰρ ὅσιων ἀρετῶν, οὐρανίων χαρισμάτων ἀξιωθεῖς, λαμπρύνει τοὺς κραυγάζοντας δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐκπληρούντι διὰ σου, πάντων τὰ αἰτήματα.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παθῶν κατεδούλωσας, σαρκὸς τὸ φρόνημα, τὸ χεῖρον ὑπέταξας, πάτερ τῷ κρείττονι, Νήφων θεσπέσιε θῦτα, ἔθραυσας τῶν δαιμόνων τὴν ὀφρὺν ἐν ἀσκήσει, ἔλλαμψας ἐν τῷ Ἄθῳ, ὥσπερ ἥλιος ἄλλος, τὴν κτίσιν πᾶσαν δαδουχῶν ξένως τοῖς ἔργοις σου.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῷ ὑπερμάχῳ ἐν δεινοῖς καὶ ἀντιλήπτορι, τῆς μετανοίας τὰς ὁδοὺς πᾶσι γνωρίσαντι, συνελθόντες μοναζόντων ἡ πληθὺς πᾶσα, ἐγκωμίων ἀναπλέξωμεν τὸν στέφανον, καὶ Θεῷ χαριστηρίους ὕμνους ἄδοντες, ἀνακράξωμεν: Χαίροις Νήφων Πατὴρ ἡμῶν.
Έτερον Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν τῷ Ἄθῳ ἔλαμψας ὡς ἑωσφόρος, Μοναστῶν τὸν σύλλογον, ταῖς σαῖς λαμπρύνων ἀρεταῖς, Ὅσιε Νήφων Πατὴρ ἡμῶν· διὸ στεφάνῳ τῆς δόξης κεκόσμησαι.
Μεγαλυνάριον
Νήψει ἀνενδότῳ ἀεὶ τρυφῶν, τῆς αΰλου δόξης, ἐχρημάτισας θεωρός· ἧς νῦν ἀπολαύων, ὦ Νήφων θεοφόρε, προλήψεων ματαίων, ῥῦσαί με δέομαι.
Έτερον Μεγαλυνάριον
Χαίροις ὁ τῆς νήψεως φρυκτωρὸς, καὶ τῶν ἰαμάτων ὁ ἀστείρευτος ποταμός, Νήφων θεοφόρε, τοῖς εὐλαβῶς τελοῦσιν, τὴν μνήμην σου παράσχου, νήψεως νάματα.
Έτερον Μεγαλυνάριον
Τῆς Ἠπείρου χαῖρε θεῖε βλαστέ, πόλεως Λουκώβης, πολυτίμητε θησαυρέ, Ἄθω δὲ τοῦ ὄρους, φρουρὲ Νήφων θεόφρον, καὶ Καυσοκαλυβίων σκήτεως ἔρεισμα.
Έτερον Μεγαλυνάριον
Χαίροις Ἐκκλησίας θεῖος λαμπτήρ, καὶ τῶν μοναζόντων ἐτοιμότατος ἀρωγός· χαίροις θείας δόξης, ὁ μέτοχος καὶ μύστης, τῶν ἱερῶν θαυμάτων, ὦ Νήφων ἔνδοξε.
Ὁ Οἶκος
Ἄσαρκος ὤσπερ Πάτερ καὶ ἀσώματος ὤφθης, σὺν ὕλῃ καὶ σαρκὶ καὶ τῇ φύσει· τοὺς γὰρ ὑπερφυεῖς καὶ λαμπροὺς καὶ γενναίους ἄθλους, θεωρῶν Ἅγιε, ἐξίσταμαι, ἐκπλήττομαι, καὶ θαυμάζω, βοῶν σοι ταῦτα·
Χαῖρε δι’ οὗ ὁ Χριστὸς ηὐφράνθη,
Χαῖρε δι’ οὗ Σατὰν ἐπλήγη.
Χαῖρε ἀρετῶν ὑποθήκη καὶ γνώρισμα,
Χαῖρε πολιτείας ἀρίστης διδάσκαλε.
Χαῖρε ὕψος τὸ ἀκρότατον ἀνελθῶν τῆς πρακτικῆς,
Χαῖρε βάθος δυσανάβατον, θεωρίας κατιδών.
Χαῖρε ὅτι θαλάσσας τῶν παθῶν ἀπεδύσω,
Χαῖρε ὅτι τὴν δόξαν τοῦ Χριστοῦ ἐνεδύσω.
Χαῖρε φωστὴρ τοῦ Ἄθω φαιδρότατε,
Χαῖρε ἀστὴρ ἀστέρων λαμπρότατε.
Χαῖρε δεικνὺς μετανοίας τὰς τρίβους,
Χαῖρε φυγὼν τοὺς τοῦ βίου θορύβους.
Χαῖρε Νήφων Πατὴρ ἡμῶν.
Κάθισμα
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀποθέμενος πᾶσαν σχέσιν ἐπίγειον, τὸ πολίτευμα δὲ σου εἰς οὐρανοὺς ἐσχηκώς, καθυπέταξας σοφῶς σάρκα τῷ πνεύματι· ὅθεν ἐδόξασε Χριστός, μετ’ Ἀγγέλων σε φαιδρῶν, καὶ γῆν σοι τὴν τῶν πραέων, ἀναφαίρετον ὥσπερ κλῆρον, Νήφων δωρεῖται πᾶσι νέμων ζωήν.
Πηγή: https://www.saint.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.