Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ’.
Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, μετὰ χαρμοσύνης προεορτάσωμεν· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, τῇ Παρθένῳ κομίζων τὰ εὐαγγέλια, καὶ φόβῳ ἅμα καὶ θαύματι· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Κοντάκιον Προεόρτιον.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐπελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Ἐπελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Μεγαλυνάριον.
Ἤγγικεν ἡ λύτρωσις τῶν βροτῶν· Γαβριὴλ γὰρ σπεύδει, χαρμοσύνως πρὸς Ναζαρέτ, βοῆσαι τὸ χαῖρε, τῇ Κεχαριτωμένῃ· τὸν Λόγον γὰρ συλλήψῃ, Πατρί τον σύνθρονον.
Πηγή: https://stonagona.blogspot.com
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.