Ἀκεψιμᾶν κτείνουσιν ἐκ ῥαβδισμάτων.
Ἀκεψιμᾶ δὲ τοὺς φίλους ἐκ λευσμάτων.
Τύψαν Ἀκεψιμᾶν τριτάτῃ, λεῦσαν δὲ συνάθλους.
Ο Ακεψιμάς άφησε την τελευταία του πνοή, αφού χτυπήθηκε σκληρά με ακανθωτά ραβδιά από ροδιά. Ο Ιωσήφ - αφού διέσχισαν τις σάρκες του - υπέστη μαρτυρικό θάνατο δια λιθοβολισμού. Ο Αειθαλάς μαστιγώθηκε σκληρά και έπειτα τον κρέμασαν με το κεφάλι προς τα κάτω, μέχρι πού παρέδωσε και αυτός τη μακάρια ψυχή του.
Λειτουργικά κείμενα
Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος γ’. Θείας πίστεως.
Ὡς θεράποντες, τῆς εὐσέβειας, στῦλοι ὤφθητε, τῆς Ἐκκλησίας, πυρσολατρῶν καθελόντες τὸ φρύαγμα, Ἀκεψιμᾶ Ἱεράρχα πολύαθλε, Ἀειθαλᾶ Ἰωσὴφ τὲ μακάριοι. Ἀλλ' αἰτήσασθε, Χριστὸν τὸν Θεὸν πανεύφημοι, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἔκ σοῦ τοῦ Θεοῦ ἡμῶν, σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἰκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὰ θεῖα σοφέ, σεπτῶς ἐμυσταγώγησας, θυσία δεκτὴ ἐγένου Παμμακάριστε· τοῦ Χριστοῦ γὰρ ἔπιες, τὸ ποτήριον ἐνδόξως Ἅγιε, Ἀκεψιμᾶ σὺν τοῖς συνάθλοις σου, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τὴν χερσωθεῖσάν μου καρδίαν πολλοῖς πταίσμασιν, Ἰησοῦ παντοδύναμε, ὄμβροις τῆς σῆς ἀγαθότητος, δεῖξον καρποφόρον ἀρεταῖς, καὶ παράσχου φωτισμὸν γνώσεως τῇ διανοίᾳ μου, ἵνα ὑμνήσω γηθόμενος, τόν, Ἱεράρχην καὶ Ἀθλοφόρον, Ἀκεψιμᾶν τὸν μέγαν σὺν Ἀειθαλᾷ τῷ γενναίῳ, καὶ Ἰωσὴφ τῷ πανολβίῳ· ἐν σοὶ γὰρ θαρροῦντες, ποικίλων βασάνων ἀνδρείως κατετόλμησαν· διὸ καὶ παρέχουσι νοσοῦσι τὴν ἴασιν, ὡς χάριν δεξάμενοι, πρεσβεύοντες ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἰωσὴφ ὁ γενναῖος ἀγωνιστής, Ἀκεψιμᾶς ὁ τῆς πλάνης ὀλοθρευτής, Ἀειθαλᾶς ὁ Ἔνδοξος, ἀθλητὴς καὶ ἀήττητος, οἱ φαιδροὶ ἀστέρες, τῆς πίστεως ᾄσμασιν, ἐπαξίως ὄντως ὑμνείσθωσαν σήμερον· οὗτοι γὰρ τὴν δόξαν, τῶν Περσῶν ἀμαυροῦντες, ἡλίῳ οὐκ ἔθυσαν, οὐ τὸ πῦρ ἐσεβάσθησαν. Οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Πηγή: https://www.saint.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.